ΚΏΝΣΤΑΝΤΙΝΟΣ ΙΑ ΠΑΛΑΙΟΛΌΓΟΣ, Ο ΤΕΛΕΥΤΑΊΟΣ ΡΩΜΑΊΟΣ ΑΥΤΟΚΡΆΤΟΡΑΣ - Ο θυμωμένος Έλληνας
ΚΏΝΣΤΑΝΤΙΝΟΣ ΙΑ ΠΑΛΑΙΟΛΌΓΟΣ, Ο ΤΕΛΕΥΤΑΊΟΣ ΡΩΜΑΊΟΣ ΑΥΤΟΚΡ:
Ο λόγος του πριν η πόλη πέσει στα χέρια των Τούρκων.
Ένα πραγματικό μάθημα εξωτερικής πολιτικής στους σημερινούς πολιτικοθρησκευτικους ηγέτες ( προδότες ) της πατρίδας μας περί Ελληνοτουρκικής Φιλίας.
Ὑμεῖς μέν, εὐγενέστατοι ἄρχοντες καὶ ἐκλαμπρότατοι δήμαρχοι καὶ στρατηγοὶ καὶ γενναιότατοι στρατιῶται καὶ πᾶς ὁ πιστὸς καὶ τίμιος λαός, καλῶς οἴδατε ὅτι ἔφθασεν ἡ ὥρα καὶ ὁ ἐχθρὸς τῆς πίστεως ἡμῶν βούλεται ἵνα μετὰ πάσης τέχνης καὶ μηχανῆς ἰσχυροτέρως στενοχωρήσῃ ἡμᾶς καὶ πόλεμον σφοδρὸν μετὰ συμπλοκῆς μεγάλης καὶ συρρήξεως ἐκ τῆς χέρσου καὶ θαλάσσης δώσῃ ἡμῖν μετὰ πάσης δυνάμεως, ἵνα, εἰ δυνατόν, ὡς ὄφις τὸν ἱὸν ἐκχύσῃ καὶ ὡς λέων ἀνήμερος καταπίῃ ἡμᾶς. Διὰ τοῦτο λέγω καὶ παρακαλῶ ὑμᾶς ἵνα στῆτε ἀνδρείως καὶ μετὰ γενναίας ψυχῆς, ὡς πάντοτε ἕως τοῦ νῦν ἐποιήσατε, κατὰ τῶν ἐχθρῶν τῆς πίστεως ἡμῶν. Παραδίδωμι δὲ ὑμῖν τὴν ἐκλαμπροτάτην καὶ περίφημον ταύτην πόλιν καὶ πατρίδα ἡμῶν καὶ βασιλεύουσαν τῶν πόλεων. Καλῶς οὖν οἴδατε, ἀδελφοί, ὅτι διὰ τέσσερα τινὰ ὀφείλεται κοινῶς ἐσμεν πάντες ἵνα προτιμήσωμεν ἀποθανεῖν μᾶλλον ἢ ζῆν, πρῶτον μὲν ὑπὲρ τῆς πίστεως ἡμῶν καὶ εὐσεβείας, δεύτερον δὲ ὑπὲρ πατρίδος, τρίτον ὑπὲρ τοῦ βασιλέως ὡς Χριστοῦ Κυρίου, καὶ τέταρτον ὑπὲρ συγγενῶν καὶ φίλων. Λοιπόν, ἀδελφοί, ἐὰν χρεῶσται ἐσμεν ὑπὲρ ἑνὸς ἐκ τῶν τεσσάρων ἀγωνίζεσθαι ἕως θανάτου πολλῷ μᾶλλον ὑπὲρ πάντων ἡμεῖς, ὡς βλέπετε προφανῶς, καὶ ἐκ πάντων μέλλομεν ζημιωθῆναι..........
Καὶ ὑμεῖς ἔσωθεν τῶν τειχῶν ὑπάρχετε σκεπόμενοι, οἱ δὲ ἀσκεπεῖς μετὰ κόπου ἔρχονται. Διό, ὢ συστρατιῶται γίγνεσθε ἕτοιμοι καὶ στερεοὶ καὶ μεγαλόψυχοι διὰ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ. Μιμηθῆτε τούς ποτε τῶν Καρχηδονίων ὀλίγους ἐλέφαντας, πῶς τοσούτον πλῆθος ἵππων Ῥωμαίων τῇ φωνῇ καὶ θέα ἐδίωξαν, καὶ ἐὰν ζῷον ἄλογον ἐδίωξε πόσον μᾶλλον ἡμεῖς ἡ τῶν ζῴων καὶ ἀλόγων ὑπάρχοντες κύριοι, καὶ οἱ καθ᾿ ἡμῶν ἐρχόμενοι ἵνα παράταξιν μεθ᾿ ἡμῶν ποιήσωσιν ὡς ζῶα ἄλογα καὶ χείρονές εἰσιν. Οἱ πέλται ὑμῶν καὶ ῥομφαῖοι καὶ τὰ τόξα καὶ ἀκόντια πρὸς αὐτοὺς πεμπέτωσαν παρ᾿ ἡμῶν. Καὶ οὕτως λογίσθητε ὡς ἐπὶ ἀγρίων χοίρων καὶ πληθὺν κυνήγιον, ἵνα γνώσωσιν οἱ ἀσεβεῖς ὅτι οὐ μετὰ ἀλόγων ζῴων ὡς αὐτοί, παράταξιν ἔχουσιν, ἀλλὰ μετὰ κυρίων καὶ αὐθεντῶν αὐτῶν καὶ ἀπογόνων Ἑλλήνων καὶ Ῥωμαίων.......
Ἐλθὼν οὖν ἀδελφοί, ἡμᾶς ἀπέκλεισε, καὶ καθ᾿ ἑκάστην τὸ ἀχανὲς αὐτοῦ στόμα χάσκων, πῶς εὓρη καιρὸν ἐπιτήδειον ἵνα καταπίῃ ἡμᾶς καὶ τὴν πόλιν ταύτην, ἣν ἀνήγειρεν ὁ τρισμακάριστος ἐκεῖνος καὶ τῇ πανάγνῳ δεσποίνῃ ἡμῶν θεοτόκῳ καὶ ἀειπαρθένω Μαρία ἀφιέρωσεν καὶ ἐχαρίσατο τοῦ κυρίαν εἶναι καὶ βοηθὸν καὶ σκέπην τῇ ἡμετέρᾳ πατρίδι καὶ καταφύγιον τῶν Χριστιανῶν, ἐλπίδα καὶ χαρὰν πάντων τῶν Ἑλλήνων τὸ καύχημα πάσι τοῖς ὦσιν ὑπὸ τὴν τοῦ ἡλίου ἀνατολήν.
Ὁμιλία τοῦ Αὐτοκράτορα Κωνσταντίνου ΙΑ’ Παλαιολόγου πρὶν τὴν ἅλωση τῆς Κωνσταντινουπόλεως
Ἀπὸ τὸ Χρονικὸν τοῦ Μεγάλου Λογοθέτη Γεωργίου Σφραντζῆ ἢ Φραντζῆ
Ἐκδοθὲν ἐν Κερκύρᾳ ἔτει 1477
Σχόλια
Δημοσίευση σχολίου
Το blog δεν φέρνει καμιά ευθύνη για τις αναδημοσιεύσεις πού κάνει! Τα παράπονά σας στους συνδέσμους των πηγών!