Ο μύθος των Κυνοκέφαλων και ο Άγιος Χριστόφορος-Μύθος&Απόκρυφη Ιστορία-Αλήθεια ή ψέμα;-Ο θυμωμένος Έλληνας(Ιωάννης Ελευθερίου Ο giannhspotamia)
Οι κυνοκέφαλοι φαίνεται πως περιγράφονται στην Πατρολογία Migne (Βιβλιοθήκη 72.47α) ως εξής : Ἐν τοῖσδε τοῖς ὄρεσί φασιν ἀνθρώπους βιοτεύειν κυνὸς ἔχοντας κεφαλήν· ἐσθῆτας δὲ φοροῦσιν ἐκ τῶν ἀγρίων θηρίων, φωνὴν δὲ διαλέγονται οὐδεμίαν, ἀλλ' ὠρύονται, ὥσπερ κύνες, καὶ οὕτω συνιᾶσιν αὑτῶν τὴν φωνήν. Ὀδόντας δὲ μείζους ἔχουσι κυνός, καὶ τοὺς ὄνυχας ὁμοίους κυνός, μακροτέρους δὲ καὶ στρογγυλωτέρους. Οἰκοῦσι δὲ ἐν τοῖς ὄρεσι μέχρι τοῦ Ἰνδοῦ ποταμοῦ, μέλανες δέ εἰσι καὶ δίκαιοι πάνυ, ὥσπερ καὶ οἱ ἄλλοι Ἰνδοί, οἷς καὶ ἐπιμίγνυνται καὶ συνιᾶσι μὲν τὰ παρ' ἐκείνων λεγόμενα, αὐτοὶ δὲ οὐ δύνανται διαλέγεσθαι, ἀλλὰ τῇ ὠρυγῇ καὶ ταῖς χερσὶ καὶ τοῖς δακτύλοις σημαίνουσιν, ὥσπερ οἱ κωφοί· καλοῦνται δὲ ὑπὸ τῶν Ἰνδῶν Καλύστριοι, ὅπερ ἑλληνιστὶ Κυνοκέφαλοι· τὸ δὲ ἔθνος ἐστὶν ἕως δώδεκα μυριάδων." Στο 250.455α αναφέρει " Ὁ δὲ κυνοκέφαλος τὸ μὲν σῶμα ἀνθρώπου δυσειδοῦς ὑπογράφει, τὸ πρόσωπον δὲ κυνός· φωνὴν δὲ ἀφίησι μυγμῷ παραπλησίαν· ἄγριον δὲ ὑπερβολῇ καὶ τελείως ἀτιθάσευ